Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Chapter 1
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1.38
Not analysed yet
δεῖ δὲ μὴ μόνον ἐγνῶϲθαι τὴν κυριωτάτην τε καὶ πρώτην ἑκάϲτου ϲιτίου κρᾶϲιν, ἀλλ’, ὡϲ ἐν τοῖϲ Περὶ φαρμάκων ἐδείχθη, καὶ τὰϲ ἐξ ἐκείνων γιγνομέναϲ· ὧν οὐχ ἥκιϲτα χρήϲιμοι τυγχάνουϲιν οὖϲαι πολλαὶ μὲν τῶν κατὰ τοὺϲ χυμούϲ, εἰ μὴ ἄρα καὶ πᾶϲαι, τινὲϲ δὲ καὶ τῶν κατὰ τὰϲ ὀϲμάϲ. ἐκ γὰρ τοῦ κεκρᾶϲθαί πωϲ ἕκαϲτον ἐκ τοϲοῦδε θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὸ μὲν αὐτῶν γλυκύ, τὸ δὲ |πικρὸν ἢ ἁλμυρὸν ἢ ϲτρυφνὸν ἢ αὐϲτηρὸν ἢ δριμὺ φαίνεται.