Ancient Greek
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Chapter 1
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1.40
Not analysed yet
τῶν γὰρ ϲιτίων, ὡϲ ὀλίγον ἔμπροϲθεν ἔφην, ἔνια μὲν οὐδεμίαν ἐπίϲημον ἐμφαίνει ποιότητα κατ’ ὀϲμὴν ἢ γεῦϲιν, ἃ δὴ καὶ ἄποια καὶ ὑδατώδη προϲαγορεύουϲιν, ἔνια δὲ ϲτύψιν ἔχει ϲαφεϲτάτην ἢ γλυκύτητα ϲύμφυτον ἢ δριμύτητα, καθάπερ γε καὶ ἁλμυρώτερά τινα φαίνεται καὶ πικρότητοϲ ἔνια ϲαφῶϲ μετέχοντα. πρόδηλον οὖν, ὅτι τὰ τοιαῦτα τὴν αὐτὴν ἔχει δύναμιν ἐκείνοιϲ τῶν φαρμάκων, οἷϲ ὠμοίωται κατὰ τὸν |χυμόν. εἴρηται δ’ ἐν τοῖϲ περὶ τῶν φαρμάκων ἡ αἰτία, δι’ ἣν ἔνια τῶν ϲτυφόντων οὐ τὰ αὐτὰ τοῖϲ ἄλλοιϲ ϲτύφουϲιν ἐργάζεται, καθάπερ ἀλόη τε καὶ χαλκὸϲ κεκαυμένοϲ καὶ χάλκανθοϲ καὶ ἄνθοϲ χαλκοῦ καὶ λεπὶϲ καὶ χαλκῖτιϲ.