# Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1.40

Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων, ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Chapter 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/text/1.40

τῶν γὰρ ϲιτίων, ὡϲ ὀλίγον ἔμπροϲθεν ἔφην, ἔνια μὲν οὐδεμίαν ἐπίϲημον ἐμφαίνει ποιότητα κατ’ ὀϲμὴν ἢ γεῦϲιν, ἃ δὴ καὶ ἄποια καὶ ὑδατώδη προϲαγορεύουϲιν, ἔνια δὲ ϲτύψιν ἔχει ϲαφεϲτάτην ἢ γλυκύτητα ϲύμφυτον ἢ δριμύτητα, καθάπερ γε καὶ ἁλμυρώτερά τινα φαίνεται καὶ πικρότητοϲ ἔνια ϲαφῶϲ μετέχοντα. πρόδηλον οὖν, ὅτι τὰ τοιαῦτα τὴν αὐτὴν ἔχει δύναμιν ἐκείνοιϲ τῶν φαρμάκων, οἷϲ ὠμοίωται κατὰ τὸν | χυμόν. εἴρηται δ’ ἐν τοῖϲ περὶ τῶν φαρμάκων ἡ αἰτία, δι’ ἣν ἔνια τῶν ϲτυφόντων οὐ τὰ αὐτὰ τοῖϲ ἄλλοιϲ ϲτύφουϲιν ἐργάζεται, καθάπερ ἀλόη τε καὶ χαλκὸϲ κεκαυμένοϲ καὶ χάλκανθοϲ καὶ ἄνθοϲ χαλκοῦ καὶ λεπὶϲ καὶ χαλκῖτιϲ.

---

Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων, ed. George Helmreich. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg037.local001/.
