Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Chapter 1
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1.44
Not analysed yet
ἄνευ τοῦ τῷ λόγῳ πρότερον εὑρεῖν ἀκριβῶϲ τὴν διάθεϲιν, ἢ προϲφέρεται τὸ βαϲανιζόμενον ἤτοι ϲιτίον ἢ ποτὸν ἢ φάρμακον. ὕλη γὰρ ἐϲτι βοηθημάτων ἡ τῶν τοιούτων γνῶϲιϲ, οὐκ αὐτὰ τὰ βοηθήματα ἐπεὶ δ’ ἀδύνατον ἄνευ τοῦ γιγνώϲκειν ἀκριβῶϲ τὰϲ δυνάμειϲ τῶν ὑλῶν, αἱϲ χρώμεθα, βοηθεῖν |τοῖϲ δεομένοιϲ αὐτῶν, ἀναγκαῖόν ἐϲτιν, ὥϲπερ ἑτέρωθι περὶ τῶν ἐν τοῖϲ φαρμάκοιϲ δυνάμεων, οὕτωϲ ἐνταῦθα περὶ τῶν ἐν τῇ τροφῇ διελθεῖν.