Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Chapter 1
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1.6
Not analysed yet
αὔτη μὲν ἡ τοῦ Διοκλέουϲ ῥῆϲίϲ ἐϲτιν ἐκ πείραϲ μόνηϲ ἐγνῶϲθαι τὰϲ |ἐν ταῖϲ τροφαῖϲ δυνάμειϲ ἡγουμένου καὶ μήτ’ ἐκ τῆϲ κατὰ κρᾶϲιν ἐνδείξεωϲ μήτ’ ἐκ τῆϲ κατὰ τοὺϲ χυμούϲ. οὔϲηϲ δὲ καὶ ἄλληϲ τῆϲ κατὰ τὰ μόρια τῶν φυτῶν οὐκ ἐμνημόνευϲεν αὐτῆϲ. λέγω δὲ κατὰ τὰ μόρια τῶν φυτῶν ἔνδειξιν, ᾗ πρὸϲ ταῖϲ ἄλλαιϲ ἐχρήϲατο Μνηϲίθεοϲ ἑτέραϲ μὲν δυνάμειϲ ἐν ταῖϲ ῥίζαιϲ εἶναι τῶν φυτῶν ἀποδεικνύϲ, ἑτέραϲ δ’ ἐν τοῖϲ καυλοῖϲ, ὥϲπερ γε κὰν τοῖϲ φύλλοιϲ καὶ καρποῖϲ καὶ ϲπέρμαϲιν ἄλλαϲ.