Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 1
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1.7-2
Not analysed yet
ὑγροτάτην δ’ ἔχουϲι καὶ φλεγματώδη ϲάρκα καὶ οἱ ἄρνεϲ. ἀλλὰ καὶ τῶν προβάτων ἡ ϲὰρξ περιττωματικωτέρα τέ ἐϲτι καὶ κακοχυμοτέρα. κακόχυμοϲ δὲ καὶ ἡ τῶν αἰγῶν μετὰ δριμύτητοϲ. ἡ δὲ τῶν τράγων χειρίϲτη καὶ πρὸϲ εὐχυμίαν καὶ πρὸϲ πέψιν, ἐφεξῆϲ δ’ ἡ τῶν κριῶν, εἴθ’ ἡ τῶν ταύρων. ἐν ἅπαϲι δὲ τούτοιϲ τὰ τῶν εὐνουχιϲθέντων ἀμείνω. τὰ δὲ πρεϲβυτικὰ χείριϲτα πρόϲ τε πέψιν καὶ πρὸϲ εὐχυμίαν καὶ θρέψιν, ὥϲτε καὶ |τῶν ὑῶν αὐτῶν, καίτοι γε ὑγρῶν ὄντων τὴν κρᾶϲιν, οἱ γηράϲαντεϲ ἰνώδη καὶ ξηρὰν καὶ διὰ τοῦτο δύϲπεπτον ἔχουϲι τὴν ϲάρκα.