# De alimentorum facultatibus libri iii 11-2

Galen, De alimentorum facultatibus libri iii, ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Περὶ τιφῶν καὶ ὀλυρῶν καὶ ζειῶν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/text/11-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/galen/text/11-2
CTS URN: urn:cts:greekLit:tlg0057.tlg037:11-2

μέμνηται δὲ ζειᾶϲ καὶ Θεόφραϲτοϲ ἐν τῷ ἑβδόμῳ Περὶ φυτῶν ὡδέ πωϲ λέγων· τῶν δὲ ὁμοιοπύρων καὶ ὁμοιοκρίθων, οἷον ζειᾶϲ, τίφης, ὀλύραϲ, βρόμου, αἰγίλωποϲ, ἰϲχυρότατον καὶ μάλιϲτα καρπιζόμενον ἡ ζειά· καὶ 〈γάρ〉 βαθύρριζον καὶ πολύρριζον καὶ πολυκάλαμον καὶ παχυκάλαμον· ὁ δὲ καρπὸϲ κουφότατοϲ καὶ προϲφιλήϲ πᾶϲι τοῖϲ ζώοιϲ. καὶ πάλιν ἐφεξῆϲ· ἡ δὲ τίφη πάντων κουφότατον· καὶ γὰρ μονοκάλαμον καὶ λεπτοκάλαμον, διὸ καὶ χώραν ζητεῖ λεπτήν, οὐχ ὥϲπερ ἢ ζειὰ πίειραν καὶ ἀγαθήν. εἴτα τούτοιϲ ἐφεξῆϲ ϲυνάπτων τάδε γράφει· ἔϲτι δὲ δύο ταῦτα καὶ ὁμοιότατα τοῖϲ πυροῖϲ, ἣ τε ζειὰ καὶ ἡ τίφη. Θεόφραϲτοϲ μὲν οὖν ταῦτα περὶ ζειᾶϲ ἔγραψεν.

---

Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων, ed. George Helmreich. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg037.local001/.
