# Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 2-58

Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων, ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ βλαϲτῶν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/text/2-58

πάντεϲ μὲν οὖν οἱ βλαϲτοὶ τῶν δένδρων τε καὶ θάμνων ἑψηθέντεϲ ἐν ὕδατι βιβρώϲκεϲθαι δύνανται, πλὴν εἴ τινεϲ αὐτῶν ἤτοι γ’ ἀηδεῖϲ ἢ φαρμακώδειϲ εἰϲίν· οὐ μὴν ἐϲθίουϲί γ’ αὐτοὺϲ οἱ ἄνθρωποι διὰ τὴν τῶν ἄλλων ἐδεϲμάτων, ὅϲα βελτίω τούτων, ἀφθονίαν. ἐν λιμῷ δ’ ὑπὸ τῆϲ ἀνάγκηϲ ἐπὶ τὴν ἐδωδὴν αὐτῶν ἔρχονται· τρέφουϲι γάρ πωϲ, ἂν καλῶϲ πεφθῶϲι, καὶ αὐτοί· καλλίουϲ δ’ αὐτῶν εἰϲιν οἱ τῆϲ τερμίνθου τε καὶ ἄγνου καὶ ἀμπέλου καὶ ϲχίνου καὶ βάτου καὶ κυνοϲβάτου. παρ’ ἡμῖν δὲ καὶ ϲυντιθέντεϲ εἰϲ ὄξοϲ ἢ ὀξάλμην τοὺϲ τῆϲ τερμίνθου βλαϲτοὺϲ ἀποτίθενται.

---

Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων, ed. George Helmreich. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg037.local001/.
