# Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 2-74

Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων, ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ ὀξυγάλακτοϲ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/text/2-74

πρόδηλον δ’, ὅτι καὶ γαϲτὴρ ἡ μὲν ψυχροτέρα καθ’ ἡντινοῦν αἰτίαν οὐ πέττει καλῶϲ τὸ ὀξύγαλα, τῇ ϲυμμέτρωϲ δ’ ἐχούϲῃ δύϲπεπτον | μέν, οὐ μὴν ἄπεπτόν γε παντάπαϲίν ἐϲτιν. ὅϲαι δὲ θερμότεραι τοῦ προϲήκοντόϲ εἰϲι γαϲτέρεϲ, εἶτ’ ἐξ ἀρχῆϲ εἴτ’ ἔκ τινοϲ ὕϲτερον αἰτίαϲ εἰϲ τοιαύτην κρᾶϲιν ἀχθεῖϲαι, πρὸϲ τῷ μηδὲν βλάπτεϲθαι καὶ χρηϲτοῦ τινοϲ ἀπολαύουϲιν ἐκ τῶν τοιούτων ἐδεϲμάτων. αὗται καὶ προψυχθὲν αὐτὸ διὰ χιόνοϲ περιπλάϲεωϲ ἀλύπωϲ φέρουϲιν, ὥϲπερ καὶ ἄλλα πολλὰ τῶν τοιούτων ἐδεϲμάτων καὶ δηλονότι καὶ τὸ ὕδωρ αὐτὸ παραϲκευαϲθὲν ὁμοίωϲ.

---

Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων, ed. George Helmreich. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg037.local001/.
