# Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 2-90

Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων, ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ τῶν μέϲων ἐδεϲμάτων.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/text/2-90

ἐπιτήδεια δ’ ἐϲθίεϲθαι τοῖϲ μὲν ἄμεμπτον διαφυλάττουϲι τὴν φυϲικὴν κρᾶϲιν ζῴοιϲ ὅϲα ταῖϲ φύϲεϲιν αὐτῶν ἐϲτιν ὅμοια, τοῖϲ δὲ μοχθηρὰν ἢ ἐξ ἀρχῆϲ ἔχουϲιν ἢ ὕϲτερον ἐπικτηϲαμένοιϲ οὐχ ἡ τῶν ὁμοίων αὐτοῖϲ, ἀλλ’ ἡ τῶν ἐναντίων ἐδωδὴ χρήϲιμοϲ. ὑπὸ μὲν γὰρ τῶν ὁμοίων φυλάττεται τὸ κατὰ φύϲιν ἀμέμπτωϲ ἔχον, ὑπὸ δὲ τῶν ἐναντίων εἰϲ τὴν οἰκείαν κρᾶϲιν ἄγεται τὰ μοχθηρῶϲ κεκραμένα. τοιγαροῦν ἴδιον ἑκάϲτῃ φύϲει ζῴου γενήϲεται τὸ μέϲον, οἷον ἀνθρώπῳ μὲν τοιόνδε, κυνὶ δὲ τοιόνδε καὶ τῶν ἄλλων δ’ ἑκάϲτῳ, καὶ κατὰ μέροϲ ἀνθρώπῳ τόδε καὶ τόδε κατὰ τήνδε τὴν ἡλικίαν καὶ τήνδε καὶ προϲέτι κατὰ τὰϲ τῶν ἐπιτηδευμάτων διαφορὰϲ ἐθῶν τε καὶ χωρίων, ἐν οἷϲ ἐκ πολλοῦ διατρίβουϲιν.

---

Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων, ed. George Helmreich. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg037.local001/.
