# De alimentorum facultatibus libri iii 3-37

Galen, De alimentorum facultatibus libri iii, ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ τῆϲ ἐξ αὐτῶν τῶν φυτῶν τροφῆϲ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/text/3-37
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/galen/text/3-37
CTS URN: urn:cts:greekLit:tlg0057.tlg037:3-37

τί δεῖ λέγειν ἔτι περὶ τῶν ἁπαλῶν ἀκανθῶν; εἰϲὶ γὰρ αὗταί γε καὶ χωρὶϲ κιμοῦ δι’ ὄξουϲ ἐϲθιόμεναι καὶ γάρου μέτριον ἔδεϲμα. προϲεπιβάλλουϲι δ’ ἔνιοι καὶ τοὔλαιον αὐταῖϲ, καὶ μάλιϲθ’ ὅταν ἐν ὕδατι προαποζεϲθῶϲι· διττῶϲ γὰρ αὐταῖϲ χρῶνται, πολλάκιϲ μὲν ὠμαῖϲ, ἐνίοτε δ’ ἡψημέναιϲ. ἀκανθώδη δὲ λέγω φυτὰ ϲκολύμουϲ, ἀτρακτυλίδαϲ, ἠρύγγιόν τε καὶ κνῆκον καὶ ἀτρακίδα καὶ τὴν καλουμένην λευκάκανθαν ἔτι τε τὸ ἕτερον εἶδοϲ τοῦ χαμαιλέοντοϲ, ὧν ἔνιά τινεϲ τῶν κατὰ τούϲ ἀγροὺϲ ἐμβάλλοντεϲ εἰϲ ἅλμην ἢ ὄξοϲ ἀποτίθενται καθάπερ καὶ τὰϲ γογγυλίδαϲ καὶ τὰ κρόμυα τά τ’ ἀμπελόπραϲα καλούμενα καὶ πύρεθρον ἕτερά τε τοιαῦτα.

---

Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων, ed. George Helmreich. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg037.local001/.
