# De alimentorum facultatibus libri iii 3-50

Galen, De alimentorum facultatibus libri iii, ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ ὀξυγάλακτοϲ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/text/3-50
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/galen/text/3-50
CTS URN: urn:cts:greekLit:tlg0057.tlg037:3-50

ἐφ’ ᾧ καὶ θαυμάζειν ἐπῆλθέ μοι πολλοὺϲ τῶν ἰατρῶν ἁπλῶϲ ἀποφηναμένουϲ ὑπέρ ἑκάϲτηϲ τροφῆϲ, τῆϲ μὲν ὡϲ ὠφελούϲηϲ ἡμᾶϲ, τῆϲ δ’ ὡϲ βλαπτούϲηϲ, εὐπέπτου τε καὶ δυϲπέπτου, κακοχύμου τε καὶ εὐχύμου, τροφίμου τε καὶ ἀτρόφου, κακοϲτομάχου τε καὶ εὐϲτομάχου, καὶ κοιλίαν ὑπαγούϲηϲ τε καὶ ἱϲτάϲηϲ ἤ τιν’ ἄλλην ἀρετὴν ἢ κακίαν ἐχούϲηϲ. ἐπί τινων μὲν γὰρ ἐγχωρεῖ φάναι πᾶϲιν ἀνθρώποιϲ εἶναι κακόχυμον ἢ δύϲπεπτον ἢ κακοϲτόμαχον ἔδεϲμα τόδε τι, περὶ δὲ τῶν πλείϲτων οὐχ οἷόν τε χωρὶϲ διοριϲμοῦ διὰ μιᾶϲ ἀποφάϲεωϲ ἀληθεῦϲαι.

---

Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων, ed. George Helmreich. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg037.local001/.
