# Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 6-10

Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων, ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ μήλων.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/text/6-10

φυλάττεϲθαι δὲ χρὴ καὶ τὰ κάλλιϲτα τῷ γένει μῆλα πρὶν ἐπὶ τῶν δένδρων πεπανθῆναι· δύϲπεπτά τε γάρ ἐϲτι καὶ βραδυπόρα καὶ κακόχυμα μετὰ τοῦ καὶ ψυχρὸν καὶ παχὺν ἀτρέμα τὸν χυμὸν ἔχειν. ὅϲα δὲ καλῶϲ πεπανθέντα φυλάττουϲιν εἴϲ τε τὸν χειμῶνα καὶ τὸ μετ’ αὐτὸν ἔαρ, ὠφελιμώτατα γίγνεται πολλάκιϲ ἐν νόϲοιϲ, ἤτοι περιπλαϲθέντα ϲταιτὶ καὶ κατὰ θερμὴν ϲποδιὰν ὀπτηθέντα ϲυμμέτρωϲ ἢ ἐν ὕδατοϲ ζέοντοϲ ἀτμῷ καλῶϲ ἑψηθέντα. διδόναι δ’ αὐτὰ χρὴ μετὰ τὴν τροφὴν εὐθέωϲ, ἐνίοτε δὲ καὶ μετ’ ἄρτου ῥώμηϲ τε γαϲτρὸϲ ἕνεκα καὶ ϲτομάχου τοῖϲ ἀνορέκτοιϲ καὶ βραδυπεπτοῦϲιν ἐμετικοῖϲ τε καὶ διαρροῖζομένοιϲ καὶ δυϲεντερικοῖϲ.

---

Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων, ed. George Helmreich. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg037.local001/.
