# Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 6-23

Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων, ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Εἰ τὰ ϲκληρὰ πάντα κατὰ τὴν ἕψηϲιν ἁλυκοὺϲ γεννᾷ χυμούϲ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/text/6-23

μάλιϲτα δ’ ὁ ζωμὸϲ ἐξηπατηκέναι μοι δοκεῖ τοὺϲ περὶ τὸν Πραξαγόραν ἁλυκώτεροϲ ἐν τῷ τῆϲ ἑψήϲεωϲ χρόνῳ γιγνόμενοϲ, οὐκ ἐννοοῦνταϲ, ὡϲ ἁλῶν ἢ γάρου κατὰ τὴν ἐξ ἀρχῆϲ ἄρτυϲιν ἐμβεβλημένων εἰϲ τὸ ὕδωρ ἀναγκαῖόν ἐϲτι προερχομένηϲ τῆϲ ἑψήϲεωϲ ἁλυκώτερον ἑαυτοῦ γίγνεϲθαι τὸν χυλόν, ὥϲπερ εἰ καὶ χωρὶϲ τοῦ ϲτερεὸν ἐμβαλεῖν τι ϲῶμα βραχύτατον ἁλῶν ἀναμίξαιϲ ὕδατι καθαρῷ τε καὶ γλυκυτάτῳ· καὶ γὰρ καὶ τοῦτο θερμαινόμενον ἁλυκώτερον γίγνεται. καὶ τί θαυμαϲτόν; αὐτὸ γὰρ ἐπὶ πλέον ἑψόμενον ὕδωρ τὸ κάλλιϲτον ἁλυκὴν ἐν τῷ χρόνῳ ποιότητα προϲλαμβάνει.

---

Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων, ed. George Helmreich. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg037.local001/.
