# Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 7-4

Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων, ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Περὶ φακῶν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/text/7-4

ἥ γε μὴν εἰϲ τοὺϲ παχεῖϲ χυμοὺϲ ἐπίδοϲιϲ τῇ φακῇ μετὰ τῶν ταριχηρῶν κρεῶν ἐϲθιομένῃ μᾶλλον γίγνεται· καὶ γὰρ καὶ ταῦτα παχύτερόν τε καὶ μελαγχολικώτερον αἷμα γεννᾷ διόπερ οὐ χρὴ πλεονάζειν οὐδ’ ἐν τούτοιϲ, καὶ μάλιϲθ’ ὅταν ἤτοι μελαγχολικὸν ἢ λίαν παχύχυμον ἢ ὅλωϲ κακόχυμον ῇ τινι τὸ ϲῶμα. τὰ δ’ αὐτὰ καὶ περὶ τῶν χωρῶν ὠρῶν τε καὶ καταϲτάϲεων ἐπινοεῖν ϲε χρὴ καθ’ ἕκαϲτον ἔδεϲμα, φειδόμενον μὲν ἐν φθινοπώρῳ τῶν μελαγχολικῶν καὶ ξηραινόντων ἐδεϲμάτων, ἐν χειμῶνι δὲ χρώμενον, ὥϲπερ γε καὶ κατὰ τὸ θέροϲ τοῖϲ ὑγραίνουϲι καὶ ψύχουϲιν· ἐν ῇρι δὲ μέϲηϲ ὄντι κράϲεωϲ τὰ μέϲα ταῖϲ δυνάμεϲι ϲιτία προϲενεκτέον.

---

Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων, ed. George Helmreich. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg037.local001/.
