Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ, Chapter 10
Gelasius, Historia Ecclesiastica 10.13
Not analysed yet
ἔρχεται οὖν ἡ γυνὴ ἡ αἰχμάλωτος, καὶ γίνεται τοῦ βασιλέως διδάσκαλος πάντα τὸν τύπον τῆς πίστεως αὐτῷ ἐπιστήσασα. ὁ δὲ χαίρων οὐκ ᾐδεῖτο πρὸς εὐτελοῦς γυναικὸς θεοσέβειαν ἐκμανθάνων· τοὐναντίον δὲ ἐπ᾿ αὐτῇ σεμνυνόμενος εἰς μέσον αὐτὴν ἄγεσθαι ἐπὶ τοῦ πλήθους ἐκέλευσε παρρησιαζόμενος ἐπ᾿ αὐτῇ λέγων· »ὅτι μου ἡ γαμετὴ θάνατον διὰ τῆς προσευχῆς ταύτης διέδρα Χριστοῦ τοῦ παμβασιλέως τῇ χάριτι«. ἔπειθέ τε τοὺς ὑπηκόους, εἰ θέλοιεν σώζεσθαι, καὶ τὰ αὐτὰ φρονεῖν καὶ τὴν εἰς Χριστὸν αἱρεῖσθαι προσκύνησιν τῶν εἰδώλων καταφρονουντας.