# Historia Ecclesiastica 10.14

Gelasius, Historia Ecclesiastica, ΛΟΓΟΣ Γ, Chapter 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gelasius/historia-ecclesiastica/10.14

Ἐπειδὴ δὲ ἔμαθε πρὸς τῆς ἁγίας γυναικὸς ὅτι ἐκκλησίας χρὴ ἰδρύσασθαι εἰς προσκύνησιν τοῦ Χριστοῦ, ὁμοῦ προῄει ἐπὶ τὴν χρείαν σπουδαίως. ὡς δὲ τοῦ οἴκου τὸν περίβολον ἤγειραν οἰκοδομήσαντες, ἔδει δὲ λοιπὸν τοὺς κίονας στῆσαι ἐν μέσῳ τοῦ οἴκου πρὸς διαίρεσιν τῶν συνερχομένων ἀνδρῶν τε καὶ γυναικῶν, θέλων ὁ θεὸς πάγιον γνώμην ἐνθεῖναι τῷ τε βασιλεῖ καὶ πᾶσι τοῖς ὑπ᾿ αὐτοῦ ὑπηκόοις περὶ τοῦ διὰ τῆς αἰχμαλώτου γυναικὸς κηρυχθέντος εὐαγγελίου Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ αὐτοῦ, ποιεῖ τὸν τρίτον κίονα εἰς μέσον ὀρθωθέντα ἔτι τε πλάγιον ὄντα μὴ γενέσθαι εἰς τέλος ὄρθιον καθάπερ καὶ οἱ δύο ἕτεροι καὶ πολλὰ καμόντες οἱ τεχνῖται τά τε ἱστία οὺν ταῖς μηχαναῖς ἁπάσαις διαρρήξαντες καὶ συντρίψαντες ὐπεξαναχωροῦσι φεύγοντες, δεδιότες μὴ ἐναπολειφθέντες χαμαὶ ὑπὸ τὸν κίονα ἀποθάνωσιν· ἵστατο γὰρ ὁ κίων ἐν τῷ ἀέρι κρεμάμενος πλάγιος, μηδενὸς ὡς ἔθος τοῖς τεχνίταις ἐπινοουμένου παρ᾿ αὐτῶν τινος βοηθήματος.

---

Gelasius, Historia Ecclesiastica, ed. Gerhard Loeschke, Margret Heinemann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2768.tlg001.local001/.
