Ancient Greek · ~2 min
ΛΟΓΟΣ Aݲ, Chapter 10
Gelasius, Historia Ecclesiastica 10.2
Not analysed yet
Ταῦτα ἐν ἐνάτῳ τόμῳ τῆς ἐκκλησιαστικῆς ἱστορίας ὁ πάντα ἄριστος συντέταχεν ὁ Παμφίλου Εὐσέβιος· τῶν γὰρ αὐτοῦ πόνων, ὡς ἀνωτέρω μοι εἴρηται, καὶ τῶν ἄλλων τὴν ἀνάλεξιν ποιούμενος τοῦ βιβλιδίου τούτου διὰ βραχέων ἐγχαράττω τὴν σύνταξιν, πλείστῃ ὅσῃ σπουδῇ τὴν πορείαν τοῦ λόγου ποιούμενος ἐπὶ τὸ ὑψηλὸν καὶ λαμπροφανὲς ἅγιον καὶ θεῖον ὄρος τῆς κατὰ Νίκαιαν ἀποστολικῆς καὶ ἐναρέτου τῶν τοῦ θεοῦ ἱερέων συνόδου· ὁρῶν μάλιστα τὸν προφήτην κρατοῦντά με τῆς χειρὸς καὶ προτρέποντα·