Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 10
Gelasius, Historia Ecclesiastica 10.2-2
Not analysed yet
οὕτω δὲ ἦν χρηστὸς καὶ ἀνεξίκακος, ὅτι λῃστῶν ἐφόδου δόλῳ προσβαλόντων τῇ ποίμνῃ ἀοράτοις τε δεσμοῖς κρατουμένων κινηθῆναί τε μὴ δυναμένων ἕως πρωί, ἐπιστὰς ὁ μακάριος δι’ εὐχῆς ἀνεθῆναι αὐτοὺς τῆς συνοχῆς ποιεῖ· οὐ μὴν ἀλλὰ καὶ τῶν κριῶν τὸν κράτιστον άποιχομένοις δίδωσιν, εἰπών· λάβετε, »λάβετε, νεανίσκοι, πρὸς ἀπόχρησιν τοῦτον. μὴ ἄπρακτοι ἀπιόντες τῇ νυκτὶ ταύτῃ δι’ ἐμὲ τὴν αἰτίαν τῆς ἀπο- ρίας καταμέμψησθε. «