Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ, Chapter 10
Gelasius, Historia Ecclesiastica 10.26
Not analysed yet
Παραθήσω δὲ καὶ ἕτερον τεκμήριον τῇδε τῇ ἐκκλησιαστικῇ ἱστορίᾳ τῆς τοῦ αὐτοῦ θεοφιλεστάτου βασιλέως Κωνσταντίνου εἰς τὸν τῶν ὅλων θεὸν πίστεως. τοσοῦτος γὰρ αὐτῷ ἦν ὁ περὶ τὸν Χριστὸν πόρος καὶ ζῆλος, ὡς καὶ εἰς Πέρσας σκεπτόμενος ὑπὲρ τῶν ἐκεῖσε Χριστιανῶν διαβῆναι κελεῦσαί τε κατασκευασθῆναι σκηνὴν ἐκ ποικίλης ὀθόνης ἐκκλησίας τύπον ἀποτελοῦσαν, ὡς καὶ Μωσῆς ἐν τῇ ἐρήμῳ πεποίηκε καὶ ταύτην φέρεσθαι ἐν τῇ ὁδῷ, ἵνα ἔχῃ κατὰ τοὺς ἐρήμους τόπους εὐκτήριον εὐπρεπές, ἐν ᾧ τὰς εὐχὰς τῷ θεῷ ἀναπέμπει.