# Historia Ecclesiastica 10.9-10

Gelasius, Historia Ecclesiastica, 10.9 to 10.10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gelasius/historia-ecclesiastica/10.9

οἷα παναγάθου πατρὸς * * * βουλῇ τῆς πατρικῆς καὶ ἑαυτοῦ καὶ τοῦ ἀγίου πνεύματος φιλανθρωπίας τῶν κάτω που κειμένων ἐν φθορᾷ τὴν σωτηρίαν ἡμῶν προμηθούμενος, εὖ μάλα τὴν ἡμετέραν ὑποδὺς φύσιν, καθάπερ τις ἄριστος ἰατρὸς τὰς ἀσθενείας ἡμῶν ἀναλαβὼν καὶ τὰς νόσους φέρων, καὶ τότε καὶ ἀεὶ σωτηρίαν καὶ ζωὴν τῷ τῶν ἀνθρώπων κατειργάσατο γένει. ὃς δὴ βασιλεὺς βασιλέων καὶ τοῦ ἰδίου λαοῦ ἀεὶ προμηθούμενος τὸν αὐτῷ φίλον καὶ θεράποντα ἴδιον Κωνσταντῖνον τοῖς τῆς εἰς αὐτὸν εὐσεβείας καὶ πίστεως ὅπλοις φράξας κατὰ τῶν ἀσεβῶν τυράννων, τοῦ τε κατὰ ῾Ρώμην Μαξεντίου καὶ τοῦ κατὰ τὴν ἀνατολὴν Μαξιμίνου, ἀνεγήγερκεν· οὓς δι᾿ αὐτοῦ ἀνελὼν φαιδρὰν καὶ βαθεῖαν εἰρήνην τῷ οἰκείῳ λαῷ ἀποδέδωκεν. Περὶ τῆς Λικιννίου κακοτροπίας.

---

Gelasius, Historia Ecclesiastica, ed. Gerhard Loeschke, Margret Heinemann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2768.tlg001.local001/.
