# Historia Ecclesiastica 12.11-13

Gelasius, Historia Ecclesiastica, 12.11 to 12.13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gelasius/historia-ecclesiastica/12.11

Ταῦτα ἀκούσαντες Εὐσέβιος ὁ Νικομηδείας καὶ Θεόγνιος ὁ Νικαίας ἔτι έν τῇ ἐξορίᾳ διάγοντες, θαρρήσαντες γράφουσι βιβλίον μετανοίας δῆθεν καὶ πέμπουσι τοῖς κορυφαιοτάτοις τῶν ἐπισκόπων ἀνακληθῆναι τῆς ἐξορίας αἰτοῦντες, διαβεβαιούμενοι λόγῶ, οὐ τρόπῳ, ὡς καὶ τὸ πρότερον, δέχεσθαι καὶ κρατεῖν τὴν ἐν Νικαίᾳ πίστιν. καὶ δὴ χρηστευσαμένων εἰς αὐτοὺς τῶν ἐπισκόπων τῶν τὸ βιβλίον τῆς ἐπιπλάστου μετανοίας αὐτῶν δεξαμένων, καὶ τῆς ἐξορίας κατὰ παρἀκλησιν ἀνεκλήθημεν ἐκ βασιλικοῦ προστάγματος καὶ τὰς ἐκκλησίας ἐξ ὧν ἐξηλάθησαν, ἀπειλήφασι, τοὺς εἰς τὸν αὐτῶν τόπον χειροτονηθέντας ἐπισκόπους ἐξωθήσαντες, Ἀμφίονα μὲν Εὐσέβιος, Χρῆστον δὲ Θεόγνιος. Καλὸν δ’ ἂν εἴη καὶ αὐτοῦ τοῦ βιβλίου τῆς νόθου αὐτῶν μετανοίας τὸ ἀντίγραφον ἐντάξαι τῇδε τῇ συγγραφῇ. ἔστι δὲ οὕτως· Βιβλίον ἐπιπλάστου μετανοίας Εὐσεβίου τοῦ Νικομηδείας καὶ Θεογνίου Νικαίας·

---

Gelasius, Historia Ecclesiastica, ed. Gerhard Loeschke, Margret Heinemann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2768.tlg001.local001/.
