Ancient Greek · ~6 min
15.1 to 15.6
Gelasius, Historia Ecclesiastica 15.1-2-6
Not analysed yet
»Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς πατρὶ Ἀλεξάνδρῳ >ἐπισκόπῳ. >Καὶ νῦν ἄρα ὁ παμμίαρος φθόνος ἀνοσίοις ὑπερθέσεως σοφίσμα- >σιν ἀνθυλακτήσει· τί οὐν πρὸς τὸ παρόν; ἕτερα παρὰ τὰ ὑπὸ τοῦ >ἁγίου πνεύματος δι’ ὑμῶν κεκριμένα δογματίσομεν, ἀδελφὲ τιμιώ- >τατε; Ἄρειον Ἄρειον ἐκεῖνον λέγω πρὸς ἐμὲ τὸν Σεβαστὸν ἐλθεῖν >ἐκ παρακλήσεως πλείστων ὅσων, ἐκεῖνα φρονεῖν περὶ τῆς καθολικῆς >πίστεως ἡμῶν ἐπγγελλόμενον, ἅπερ ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ >δι᾿ ὑμῶν ὡρίσθη καὶ ἐκρατύνθη, παρόντος καὶ συνορίζοντας κἀμοῦ >τοῦ ὑμετέρου συνθεράποντος. παραχρῆμα οὐν οὑτος ἅμα σὺν Εὐ- >ζωΐῳ, γνόντες δηλονότι τὴν τοῦ βασιλικοῦ προστάγματος βούλησν >ἀφίκοντο πρὸς ἡμᾶς. διελέχθην οὐν αὐτοῖς παρόντων πλειόνων >περὶ τοῦ λόγου τῆς ζωῆς. ἐγώ εἰμι ὁ ἄνθρωπος ἐκεῖνος, ὃς τὸν >νοῦν τὸν ἐμαυτοῦ μετὰ πίστεως εἰλικρινοῦς ἀνέθηκα τῷ θεῷ· ἐγώ >εἰμι ὁ ὑμέτερος συνθεράπων, ὃς πᾶσαν τὴν περὶ ἧς ἡ . . . καὶ ὁμονοίας >ἐπαῄρημαι φροντίδα. καὶ μεθ’ ἕτερα· ἀπέστειλα τοιγαροῦν οὐ >μόνον ἀναμιμνήσκων, ἀλλὰ καὶ ἀξιῶν ὑποδέξασθαι τοὺς ἀνθρώπους >ἱκετεύοντας. εἴπερ οὐν τῆς ἐν Νικαίᾳ ἐκτεθείσης ἀρθῆς καὶ εἰς ἀεὶ >ζώσης ἀποστολικῆς πίστεως ἀντιποιουμένους αὐτοὺς εὕρητε —τοῦτο >γὰρ καὶ ἐφ’ ἡμῶν φρονεῖν διεβεβαιώσαντο —προνοήσατε πάντων, >παρακαλῶ. ἐὰν γὰρ τούτων ποιήσητε πρόνοιαν, τὰ μίση τῇ ὁμο- >νοίᾳ νικήσητε ἄν. ἐπικουρήσατε οὖν, παρακαλῶ, τῇ ὁμονοίᾳ, >συνεισενέγκατε τὰ τῆς φιλίας καλὰ πρὸς τοὺς τὰ τῆς πίστεως >διακρινομένους, ποιήσατἐ με ἀκοῦσαι ταῦτα, ἅπερ βούλομαι καὶ >θυμῳ, τὴν τῶν πάντων ὑμῶν εἰρήνην καὶ ὁμόνοιαν. ὁ θεός >διαφυλάξει, πάτερ τιμιώτατε«. Τοῦτα ἔγραφεν ὁ βασιλεύς, τοῦ λυσιτελοῦς γινόμενος καὶ μὴ βουλόμενος τὴν ἐκκλησίαν διασπᾶσθαι, τοὺς γὰρ πάντας ἐπὶ τὴν ὁμόνοιαν ἄγειν ἐσπούδαζε.