# Historia Ecclesiastica 15.5-10

Gelasius, Historia Ecclesiastica, 15.5 to 15.10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gelasius/historia-ecclesiastica/15.5

ὅτι ὲν κατὰ τὴν τῆς θεότητος οὐσίαν ὁ πατὴρ καὶ ὁ υἱός, καθὰ καὶ ἐν εὐαγγελίοις ὁ αὐτὸς υἱὸς βοᾷ »ἐγὼ καὶ ὁ πατὴρ ἕν εσμεν«· πρὸς ὃν ἔλεγε »ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν«. ἀντίρρησις τοῦ φιλοσόφου· καὶ ἤδη ἐν ταῖς προτέραις ἐπερωτήσεσιν ἔφαμεν μὴ εἶναι τὸν θεὸν ἀνθρωπόμορφον· τίνα οὐν ἔχει τὴν σημασίαν ἡ ῥῆσις αὕτη, τὸ »κατ’ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν«, φατὲ ἡμῖν. οὐ γὰρ μικρὸν ἡμῖν ἡ λέξις παρέχει ἀγῶνα· τέως τοῦτο λεκτέον. ἀπόκρισις τῆς ἁγίας συνόδου διὰ τοῦ αὐτοῦ ἐπι- σκόπου Ὁσίου πόλεως Κουρδούβης· τὸ »κατ᾿ εἰκόνα«, ὦ φιλό- σοφε, νοητέον οὐ κατὰ τὴν τῶν σωμάτων σύνθεσιν, ἀλλὰ κατὰ τὸ νοερὸν ἐντετυπῶσθαι ὁ τῆς ἀληθείας παρίστησι λόγος. ἄκουε τοίνυν καὶ σύνες· ἀγαθὸς ὢν ὁ θεὸς τῇ φύσει ἐνέπηξε τῇ νοερᾷ τοῦ ἀνθρώπου οὐσίᾳ »κατ᾿ εἰκόνα αὐτοῦ καὶ ὁμοίωσιν« οἷον τὴν ἀγαθότητα τὴν ἁπλότητα τὴν ἁγιότητα τὴν καθαρότητα τὴν ἀφθονίαν τὴν χρηστότητα τὴν μακαριότητα καὶ τὰ τούτοις ὅμοια· ἴν’ ἅπερ ἐστὶν ὁ θεὸς τῇ φύσει, ταῦτα κατὰ τὴν αὐτοῦ χάριν ἔχειν δυνηθῇ καὶ ὁ ὑπ’ αὐτοῦ κτισθεὶς ἄνθρωπος, τοῦτ᾿ ἔστι τὸ νοερὸν αὐτοῦ. κοὶ ὥσπερ οἱ τῶν ζωγράφων ἐπιστήμονες γράφοντες ἐν σανίσι τὰς ὁμοιώσεις τῶν εἰκόνων, ἐκ διαφόρων καὶ οὐκ ἐξ ἑνὸς χρώματος τὰς εἰκόνας ἀπαραλείπτως γράφουσιν, οὕτω δέδωκεν ὁ θεὸς καὶ τῷ ἀνθρώπῳ τῷ ὑπ᾿ αὐτοῦ κτισθέντι ἐν τῷ νοερῷ ταμείῳ τῆς ψυχῆς, τοῦτ’ ἔστι τῷ νῷ, ἔχειν διὰ τῶν ἀρετῶν τὸ »κατ εἰκόνα αὐτοῦ καὶ ὁμοίωσιν‘, τῆς εἰκόνος ἀπαραλείπτως εὑρισκομένης ἐν τῷ ἀνθρώπῳ διὰ τῶν προρρηθέντων θείων πραγμάτων, ὦν ἐνέθηκεν αὐτῷ ὁ θεὸς εἰπὼν ποιήσωμεν ἄνθρωπον κατ εἰκόνα ἡμετέραν καὶ καθ΄ ὸμοίωσιν«.

---

Gelasius, Historia Ecclesiastica, ed. Gerhard Loeschke, Margret Heinemann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2768.tlg001.local001/.
