Ancient Greek · ~5 min
15.8 to 15.11
Gelasius, Historia Ecclesiastica 15.8-11
Not analysed yet
Ἀθανάσιος δὲ τῆς ἱερωσύνης τὴν λειτουργίαν ὑπεδέξατο· οἷος δὲ ἠν νουνεχείᾳ καὶ τῇ εὐσεβείᾳ καὶ τῇ κατὰ τὴν ἐκκλησίαν διατυπώσει, τὰ ἑξῆς ἡμῖν δηλώσει. γνόντες τοίνυν οἱ αἱρετικοί, ὅτι τῆς ἐκκλησίας ἐξάρχει ὁ θεῖος Ἀθανάσιος, τὰ μὲν πρῶτα συνέπεσον, αὖθις δὲ οὕτως αὐτῷ μιᾷ γνώμῃ συμβάλλουσιν, ὥστε, εἰ χρὴ λέγειν, τὸ μνημόσυνον αὐτοῦ ἐκ τῆς γῆς περιελεῖν, καθὼς οἱ Ἰουδαῖοι κατὰ τοῦ Χριστοῦ ἐλογίσαντο. παραχρῆμα γὰρ βασιλικαῖς κατ’ αὐτοῦ διατάξεσι χρήσασθαι τὸν θεοφιλέστατον βασιλέα πείθειν ἐσπούδαζον. Χρὴ δὲ ἡμᾶς πρῶτον περὶ τῆς ἐκ παιδὸς διαγωγῆς τοῦ ἀνδρὸς μικρὰ διηγήσασθαι. τοῦ γοῦν μακαρίου Ἀλεξάνδρου μετὰ τὸν μακάριον Ἀχιλλᾶν τὴν ἀρχὴν τῆς ἱερωσύνης ἐγχειρισθέντος καὶ τὸν κλῆρον μετὰ τὴν τοῦ ἁγίου Πέτρου τοῦ ἐπισκόπου καὶ μάρτυρος σύναξιν τῆς ἀθλήσεως αὐτοῦ εἰς ἑστίαν προτρεψαμένου καὶ ἕως ἂν συναθροισθῶσιν, ἑστὼς ἐξ ἀπόπτου ὁρᾷ παῖδας κανόνι παίγνιον ὑπεισελθόντας. ἦν δὲ ὁ οἶκος πρὸς θάλασσαν τετραμμένος, ἧς παρὰ τὰς ὄχθας ἔπαιζον οἱ ἱεροὶ παῖδες, ἐν οἷς ἐπίσκοπος Ἀθανάσιος καὶ συνήλυδες ἄλλοι πρεσβύτεροι καὶ διάκονοι, οἳ καὶ προσῆγον αὐτῶ̣ παῖδας κατηχουμένους ἐπὶ τῷ αὐτοὺς ὑπ’ αὐτοῦ· οὓς πάντας τύπῳ ἐκκλησιαστικῷ βαπτίσας ὡς ἐπίσκοπος ὁ Ἀθανάσιος ἠβούλετο λόγον αὐτοῖς διδασκαλικὸν προσ-