Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 16
Gelasius, Historia Ecclesiastica 16.12
Not analysed yet
»ὁ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον ἐνέπλησεν αὐτὴν κτηνῶν τετραπόδων, ὁ ἀποστέλλων τὸ φῶς καὶ πορεύεται· ἐκάλεσεν αὐτό, καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ. οἱ δὲ ἀστέρες ἔλαμψαν ἐν ταῖς φυλακαῖς αὐτῶν καὶ ηὐφράνθησαν. ἐκάλεσεν αὐτούς, καὶ εἶπαν· πάρεσμεν· ἔλαμψαν μετ΄ εὐφροσύνης τῷ ποιήσαντι αὐτούς. οὑτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. ἐξεῦρε πᾶσαν ἐπιστήμης ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ αὐτοῦ. μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη«.