Ancient Greek · ~4 min
17.1 to 17.4
Gelasius, Historia Ecclesiastica 17.1-4
Not analysed yet
Ἀντίρρησις τοῦ φιλοσόφου περὶ τοῦ · κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ‘ ἐκ τῶν παροιμιῶν Σολομῶντος· ἐπεί, φησί, τοσοῦτον βιάζεσθε ὑμεῖς τὴν ἀλήθειαν, τί εἴπωμεν περὶ ταύτης τῆς φανερᾶς λέξεως τῆς »κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ«; ἀπόκρισις τῶν ἁγίων πατέρων τῶν ἐπισκόπων διὰ Εὐσεβίου τοῦ Παμφίλου ἐπισκόπου Καισαρείας Παλαιστίνης· τί πιθανῶς καὶ ῥᾳδίως ὡς οἴΜαι τοὺς βυθοὺς διατιτρώσκεις; μὴ σαυτῷ, ὠ φιλόσοφε, ἀφορμὰς ἀνάνδρους ἐπισώρευε, ὅρα μή πως δυσεπιβάτοις κρημνοῖς ἀπαραφυλάκτως ἐπιβὰς κρημ- νισθῇς. ἀλλ’ εἰς τὸ κύριος ἔκτισέ με« νῦν φήσομεν· οἱ πρὸ ἡμῶν ἐξέδωκαν περὶ τῆς λέξεως ταύτης, τῆς ὅτι »κύριος ἔκτισέ με« πολλὰ μὲν καὶ ἄλλα καὶ εἰς τὴν κατὰ σάρκα δὲ οἰκονομίαν τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ὅπως διείληφαν, Πάντως ἴστε τὰς ἐκδόσεις. ἡμεῖς δὲ καὶ ἐπ᾿ ἄλλαις ἱστορίαις τὴν ἔκδοσιν νῖν ποιησόμεθα τοῦ κυρίου Ἰησοῦ Χριστοῦ συνεργοῦντος, καὶ εἰ θέλεις, φιλόσοφε, αὐτὴν ὅλην τὴν λέζιν προτείνωμεν μετὰ καὶ τῆς ἀρχῆς αὐτῆς.