# Historia Ecclesiastica 17.10-13

Gelasius, Historia Ecclesiastica, 17.10 to 17.13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gelasius/historia-ecclesiastica/17.10

τὰς δύο φράσεις προθήσαντες κυρίως τοῦ ποιήσαντος χώρας καὶ ἀοικήτους, ἃς εἶπε Σολομὼν καὶ Βαροὺχ ἤτοι Ἱερεμίας — εἰπὼν γὰρ »ἔκτισέ με« ἐπήγαγεν αὐτοῦ καὶ τὰς ἐνεργείας λέγων »κύριος ἐποίησε χώρας καὶ ἀοικήτους« — συλλογισώμεθα, ὦ βέλτιστε, τὸ τίς κύριος ὁ ποιήσας χώρας καὶ ἀοικήτους, καὶ νοήσομεν ὅτι οὐκ ἄλλος ἀλλ᾿ ἢ πάντως ὁ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον· έν τῷ γὰρ κατα- σκευάζειν τὴν »ποιεῖν ἐστι ἐστι χώρας καὶ ἀοικήτους«· ὁ καὶ ἐμπλήσας αὐτὴν κτηνῶν τετραπόδων, ὁ καὶ καλέσας τὸ φῶς, καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ καὶ τὰ ἑξῆς, περὶ οὑ λέγει, ὅτι ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη«. νοητέον οὖν ὅτι οὗτός ἐστιν ὁ κύριος ὁ κτίσας τὴν λογιστικὴν σοφίαν εἰς ἀρχὴν ὁδῶν αὐτοῦ, ἣν ηἠτρέπισε τῷ κατ΄ εἰκόνα αὐτοῦ ἀνθρώπῳ, ὁ ποιήσας χώρας καὶ ἀοικήτους, ὁ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον. Ἀλλὰ καὶ πάλιν τὴν ἀρχὴν τῆς λέξεως ἴδωμεν »ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ’ ἡμέραν γινόμενα«, ἀλλ᾿ οὐκ εἶπε τὰ μέλλοντα, καὶ πάλιν λέγει »μνημονεύσω μνημονεύσω τὰ ἐξ αἰῶνος ἐξριθμῆσαι« ἀλλ οὐ τὰ πρὸ αἰῶνος.

---

Gelasius, Historia Ecclesiastica, ed. Gerhard Loeschke, Margret Heinemann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2768.tlg001.local001/.
