# Historia Ecclesiastica 17.15-2-17

Gelasius, Historia Ecclesiastica, 17.15 to 17.17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gelasius/historia-ecclesiastica/17.15-2

Ἀρσένιός τις πρῶτον μὲν γενόμενος Ἀθανασίου ἀναγνώστης ἐπὶ ἐγκλήμασί τισι ἐναγόμενος καὶ μέλλων ὑπὸ τοῦ πλήθους διαφθ<είρε>σθαι, ἔγνω τοῦτο ὁ μέγας Ἀθανάσιος (διερευνησάμενος γὰρ τὴν τὴν τοῦτον τὸν τρόπον διεσώθη· μαθὼν γὰρ συκοφαντεῖσθαι τὸν Ἀρσένιον, ἐπιστὰς νυκτὸς διασώζει τὸν ἄνδρα, φυγῇ τὸν φόνον ἀποδρᾶναι τοῦτον παρασκευάσας. ὅντινα μετὰ ταῦτα οἱ Μελιτίου κοινωνοὶ εὑρόντες κατὰ τὴν Αἴγυπτον, τὸ τῆς ἐπισκοπῆς αὐτῷ παρασκευάζουσι δοθῆναι ὄνομα. μετὰ δὲ χρόνον τινὰ καθ’ ὑπόθεσιν Εὐσεβίου τοῦ Νικομηδείας (αὐτὸς γὰρ ἦν ὁ πανταχοῦ κατὰ τῶν εὐσεβῶν πολυπλόκους συκοφαντίας ἐπιτεχνώμενος) αὐτὸν τοῦτον τὸν Ἀρσένιον κατακρύψαντες οἱ τῆς Μελιτίου συμμορίας λαθεῖν αὐτὸν ἐπὶ πλεῖον ἔξωσαν. ἔπειτα χεῖρα δεξιὰν ἀπό τινος σώματος ἐκτεμόντες νεκροῦ καὶ ταύτην ἐν λάρνακι ξυλίνῃ τεταριχευμένην ἀποθέμενοι, πανταχοῦ περιέφερον, πεφονεῦσθαι καὶ κατατετμῆσθαι λέγοντες ὑπὸ Ἀθανασίου τὸν Ἀρσένιον, μιαιφόνον τε ἀπεκάλουν τὸν Ἀθανάσιον.

---

Gelasius, Historia Ecclesiastica, ed. Gerhard Loeschke, Margret Heinemann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2768.tlg001.local001/.
