# Historia Ecclesiastica 17.2

Gelasius, Historia Ecclesiastica, ΛΟΓΟΣ Γ, Chapter 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gelasius/historia-ecclesiastica/17.2

ἐπειδὴ δὲ >τοίνυν οὐχ ὑγιῶς φιλονεικίας οἴστρῳ τινὲς ἐλαυνόμενοι (οὐ γὰρ ἂν >ἄλλο τι εἴποιμι) βιοῦντες ἑαυτῶν ἀναξίως τὰ πάντα συγχέειν >χειροῦσιν, ὅπερ πάσης συμφορᾶς κεχωρηκέναι μοι δοκεῖ >τούτου χάριν θέοντας ὑμᾶς, τὸ τοῦ λόγου, προτρέπομαι χωρίς >ὑπερθέσεως ἐπὶ τὸ αὐτὸ συνδραμεῖν καὶ πληρῶσαι τὴν >πνευματικῆς πανηγύρεως ἐπαμῦναί τε τοῖς χρῄζουσιν >τοὺς δὲ ἀδελφοὺς ἰατρεῦσαι κινδυνεύοντας εἰς ὁμόνοιαν ἐπαναγαγεῖν >τὰ τῶν μελῶν διεστῶτα διορθώσασθαί τε τὰ πλημμελούμενα, >καιρὸς ἐπιτρέπει, >καιρὸς ἵνα ταῖς τοσαύταις ἐπαρχίαις τὴν >δῶτε συμφωνίαν, ἥν, φεῦ τῆς ἀτοπίας, ἐλαχίστων ἀνθρώπων ἁπώ- >λεσαν ὑπεροψίαι.

---

Gelasius, Historia Ecclesiastica, ed. Gerhard Loeschke, Margret Heinemann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2768.tlg001.local001/.
