Ancient Greek · ~3 min
17.21 to 17.23
Gelasius, Historia Ecclesiastica 17.21-23
Not analysed yet
τούτων πάντων προγενεστέρα ἐστὶν ἡ σοφία καὶ ὁ ἄνθρωπος ἐν τῇ τοῦ θεοῦ ἐνθυμήσει, δι᾿ ὃν ὁ κόσμος· προπρεσβύτερος οὖν τῶν τοῦ κόσμου φύσεων ὁ ἅνθρωπος καὶ ἡ σοφία ἐν τῇ τοῦ θεοῦ ἐνθυμήσει ἤδη προϋπάρχει τοῦ κόσμου. ἀλλ’ οὗτος μὲν οὖν μεταγενέστερος κτισθεὶς ἠνέχθη ἐν τῇ τῆς κτίσεως παρόδῳ ὁ δὲ μεταγενέστερος τοῦ ἀνθρώπου ἐν τῇ τοῦ θεοῦ ἐνθυμήσει οὗτος προγενέστερος παρηνέχθη ἐν τῇ τῆς κτίσεως παρόδῳ. ἀλλ’ ὅτι καὶ ἡ σοφία, ἣν ἐξεῦρε τῇ συνέσει αὐτοῦ ὁ υἱὸς τοῦ θεοῦ, ἣν δέδωκε τῷ κατ’ εἰκόνα ἑαυτοῦ ἀνθρώπῳ, καὶ αὕτη προϋπῆρξε τοῦ κόσμου καὶ τῶν φύσεων αὐτοῦ έν τῇ τοῦ θεοῦ ἐνθυμήσει —