Ancient Greek
ΛΟΓΟΣ Bݲ, Chapter 17
Gelasius, Historia Ecclesiastica 17.26
Not analysed yet
ἐν τῷ ἀνθρώπῳ σοφίᾳ ἀνῆκεν ἐκφωνεῖν τῇ λογιστικῇ, τῇ εὐτρεπισθείσῃ τῷ ἀνθρώπῳ ταῦτα, τῷ κατ’ εἰκόνα τοῦ θεοῦ γενομένῳ· τὸ οὖν »κύριος ἔκτισε« τῷ προϋπάρξαντι τοῦ κόσμου ἐν τῇ τοῦ θεοῦ ἐνθυμήσει, τοῦτο τούτῳ προσέρριψε· τὸ δὲ »γεννᾷ με« συνεὶς πάλιν εἰς τὰς μετὰ ταῦτα ἐκ φύσεως παιδοποιίας ἐκδιδόμενον εἰπε· τὸ »γεννᾷ με« νόει τοίνυν, φιλόσοφε, τῆς αὐτῆς φύσεως παλαιουμένης καὶ ἀνανεουμένης ἄχρι συντελείας.