Ancient Greek · ~4 min
17.3 to 17.6
Gelasius, Historia Ecclesiastica 17.3-6
Not analysed yet
ὅτι δὲ τοῦτο καὶ τῷ δεσπότῃ θεῷ ἐστὶν ἀρεστὸν >καὶ ἡμῖν πᾶσιν εὐχῆς ὑπέρτερον καὶ ὑμῖν γε αὐτοῖς, ἐάν γε τὴν εἰρή- >νην ἀνακαλέσησθε, οὐ τῆς τυχούσης ἄξιον εὐδοξίας. >πους συνομολογεῖν ἡγοῦμαι. μὴ τοίνυν μέλλετε λοιπόν, ἀλλ’ >ἐπιτείναντες ἐντεῦθεν ἤδη τὰ τῆς προθυμίας. ὅρον τοῖς >ἐπιθεῖναι σπουδάσατε τὸν προσήκοντα, μετὰ πάσης εἰλικρινείας >λαδὴ καὶ πίστεως συνελθόντες, εἰρήνην <τ᾿> ἐκείνην ἐν ἅπασι πρυτανευ- >θῆναι ὑμῖν τε καὶ πᾶσι προνοήσατε. ἀπέστειλα πρὸς οὓς ἠβουλή- >θητε τῶν ἐπισκόπων, ἵνα παραγενόμενοι κοινωνήσωσιν ὑμῖν >φροντισμάτων. ἀπέστειλα Διονύσιον τὸν ἀπὸ ὑπατικῶν, ὃς καὶ >ὀφείλοντας ἀφικέσθαι εἰς τὴν σύνοδον μεθ’ ὑμῶν ὑπομνήσει, >τῶν πραττομένων ἐξαιρέτως δὲ καὶ τῆς εὐταξίας κατάσκοπος >έσται. ἐὰν γάρ τις, ὡς ἔγωγε οὐκ οἶμαι, τὴν ἡμετέραν κέλευσιν >καὶ νῦν διακρούσασθαι πειρώμενος μὴ βουληθῇ παραγενέσθαι ἐν >συνόδῳ, ἐντεῦθεν παρ’ ἡμῶν ἀποσταλήσεται, ὅς ἐκ βασιλικοῦ >τάγματος ἐκβολὼν <αὐτὸν διδάξ> ει, ὡς οὐ προσῆκεν ὅροις >ὑπὲρ τῆς ἀληθείας ἐξενεχθεῖσιν ἀντιτείνειν ποτέ.