Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 18
Gelasius, Historia Ecclesiastica 18.2
Not analysed yet
εἰπέ, co φιλόσοφε, ἡ σοφία ἡ ἐν Σολομῶντι, ὡς φής, ἡ τοῦ θεοῦ ἐστι σοφία; ὁ φιλόσοφος· ναί φησιν, οὕτως ἔχει. ὁ ἐπίσκοπος· εἰπέ, ἡ σοφία τοῦ θεοῦ πρόγνωσιν ἔχει ἢ οἱ; ὁ φιλόσοφος· ναὶ ἔχει. ὁ ἐπίσκοπος· ἡ σοφία τοῦ θεοῦ ὁ υἱὸς τοῦ θεοῦ ἐστιν, ἣν φὴς ἐν Σολομῶντι; ὁ φιλόσοφος· ναί φησιν. ὁ ἐπίσκοπος· πῶς κρίνει ὁ κρίνων, κατὰ πρόγνωσιν ἢ οὔ; ὁ φιλόσοφος· ναί φησιν. ἀλλὰ πῶς; ὁ ἐπίσκοπος· ὁ οὖν κρίνων κατὰ πρόγνωσιν, κρίνει κοὶ κατὰ τὰ ἔργα ὡς προγνώστης; ὁ φιλόσοφος· ναὶ εἰπον.