# Historia Ecclesiastica 19.35

Gelasius, Historia Ecclesiastica, ΛΟΓΟΣ Γ, Chapter 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gelasius/historia-ecclesiastica/19.35

>Ἀλλὰ γὰρ σὺ κατὰ σεαυτὸν ἐννοῶν φαίνῃ. ὢ τῆς μανίας λίαν· >περίτρεψον νῦν εἰς τὴν σαυτοῦ ἀπώλειαν τὸ τοῦ διαβόλου ξίφος. >ὁρᾶτε δή, πάντες ὁρᾶτε, ὡς γοερὰς ἤδη προίσχεται φωνὰς τῷ τοῦ >ἔχεως ἐνισχημένας δήγματι, ὡς αἱ φλέβες αὐτοῦ καὶ σάρκες τῷ ἰῷ >ἐγκατειλημμέναι, δεινὰς ἀνακινοῦσιν ὀδύνας, ὡς διερρύηκεν αὐτοῦ τὸ >σῶμα πᾶν κατισχνωθέν — αὐχμοῦ τε καὶ ῥύπου καὶ θρήνων καὶ >ὠχριάσεως καὶ φρίκης καὶ μυρίων τε γέμει κακῶν καὶ δεινῶς κατέσκληκεν -- >ὡς εἰδεχθὲς καὶ κατάρροπον τὸ τῆς κόμης δάσος, ὡς ὅλος ἡμιθνὴς >καὶ ἐξασθενῶν ἤδη τὸ βλέμμα, ὡς ἄναιμον τὸ πρόσωπον καὶ ὐπὸ >μερίμνης ἐκτετηκός, ὡς ὁμοῦ πάντα εἰς αὐτὸν συνδραμόντα οἶστρος >μανία τε καὶ ματαιότης, διὰ τὸ χρόνιον τοῦ πάθους ἄγριόν τε καὶ >θηριώδη πεποιήκασιν.

---

Gelasius, Historia Ecclesiastica, ed. Gerhard Loeschke, Margret Heinemann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2768.tlg001.local001/.
