Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ, Chapter 19
Gelasius, Historia Ecclesiastica 19.4
Not analysed yet
αὕτη μέντοι ἐν τῷ νόμῳ καὶ τῷ περὶ σοῦ >κηρύγματι, ὥσπερ τισὶ ζάλαις καὶ τρικυμίαις κακῶν >ἐξερεύγεται μὲν ἐξώλεις λόγους, γράφουσα δὲ τούτους ἐκφαίνει, >οὐδέποτε σὺ τῷ ἀιδίῳ τῆς σαυτοῦ πηγῆς τῷ πατρὶ συνυπάρχων τοῖς >περὶ σαυτοῦ γνώσεσιν ἀφώρισας. συνάγει δὲ ὅλως καὶ συμφωνεῖ >δεινὰ ἄττα καὶ ἄνομα ἀσεβήματα, νῦν μὲν τὰς γλώττας κραδαίνουσα. >νῦν δ’ αὖ πάλιν ταῖς τῶν ἀθλίων σπουδαῖς ἐπαιρομένη, οὓς ἐπ' >ἀδείας αὐτὴ παρόντας ἐξαπατᾷ καὶ φθείρει.