Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ, Chapter 19
Gelasius, Historia Ecclesiastica 19.8-2
Not analysed yet
τί οὖν φὴς ταῦτα πράττειν, ἃ μὴ τοῖς >ἤθεσι προσῆκε τοῖς σοῖς; ἀλλὰ μετὰ ποίας ἡσυχίας, εἰπέ μοι, ἢ τίνα >περιουσίαν περιβεβλημένος, μᾶλλον δὲ ἐφ᾿ ὃ τι προπετείας ἐληλακώς; >ὢ τόλμης ὑπὸ κεραυνῶν ἀξίας καθαιρεθῆναι. ἀκούσατε γὰρ ἃ >δεδήλωκε πρώην πρὸς μέ, ἰὸν ἀποστάζοντι γράφων τῷ καλάμῳ. »οὕτω. >φησί, πιστεύομεν«. εἶτ᾿, οἶμαι, προσθεὶς, οὐκ οἶδα ἅττα σοβαρῶς πως >καὶ μάλα ἀκριβῶς ἐξησκημένα, προϊὼν πορρωτέρω οὐδὲν ὅ τι τῶν >δεινῶν ἀπεσιώπησεν ἀλλ᾿ ὅλον, ὡς ἂν εἴποι τις τὸν ιῆς παρανοίας >ἠνέῳξε θησαυρόν.