Ancient Greek · ~2 min
ΛΟΓΟΣ Aݲ, Chapter 2
Gelasius, Historia Ecclesiastica 2.2
Not analysed yet
μετὰ γοῦν τὴν τοῦ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ ἀπόθεσιν κοὶ τὴν τελευτὴν Κωνσταντίου ὑπολείπονται τῆς Ῥωμαίων ἀρχῆς ὁμόχρονοι βασιλεῖς οἵδε· Κωνσταντῖνος μὲν τὴν τοῦ πατρὸς μοῖραν εἰληφώς· αὕτη δὲ ἦν ἀπό τε τῆς καλουμένης Εὐρώπης ἀρχομένη ἐπί τε τὸν Ἴστρον διήκουσα Σκυθίαν τε ἐκατέραν καὶ Κελτοὺς ἅπαντας Ἰλλυριούς τε καὶ Σαυρομάτας καὶ τὴν ἐπὶ τὸν Ῥῦνον ποταμὸν καθήκουσαν τῶν βαρβάρων γῆν τήν τε Μακεδονίαν καὶ τὴν πρὸς αὐτὴν θάλασσαν Θεσσαλίαν τε καὶ Ἀχαίαν καὶ ὅσα πρὸς ἥλιον δυόμενον ἐπιστρέφοντα τὸ Ἰόνιον ὁρίζει πέλαγος·