# Historia Ecclesiastica 24.11

Gelasius, Historia Ecclesiastica, ΛΟΓΟΣ Bݲ, Chapter 24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gelasius/historia-ecclesiastica/24.11

ἀδύνατον δὲ ἦν θεὸν ὁμοιωθῆναι ἡμῖν μὴ σαρκωθέντα — οὐ γὰρ ἀσώματον εἶδος αὐτῷ ἀσωμάτου οὐσίας προσεγίνετο, ὅπερ ἦν αὐτός, αὐτός, ἀλλὰ τὸ σωματικόν — σωματικὴ δὲ οὐσία ἄνευ προσλήψεως οὐκ ἐγίνετο· διὰ τοῦτο σῶμα ἀληθῶς προσέλαβεν, ἵνα οἱ τῆς ἐξ ἀρχῆς ἀδελφότητος ἐκπεσόντες διὰ τὴν τοῦ ἀσωμάτου εἴδους ἀλλαγήν, τοῦτ ἔστι τῆς τοῦ πνεύματος χάριτος, ἧς διὰ τῶν πρώτων ἀνθρώπων τοῦ τε Ἀδὰμ καὶ τῆς Εὔας ἀπωλέσαμεν, εἰς ἐδελφότητα εἰσαχθῶμεν διὰ τῆς σωματικῆς προσλήψεως καὶ πάλιν τὸ ἀσώματον τὸ τὸ θεῖον ἀπολάβωμεν.

---

Gelasius, Historia Ecclesiastica, ed. Gerhard Loeschke, Margret Heinemann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2768.tlg001.local001/.
