# Historia Ecclesiastica 24.6-10

Gelasius, Historia Ecclesiastica, 24.6 to 24.10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gelasius/historia-ecclesiastica/24.6

καὶ ὥσπερ ὁ θεὸς καὶ πατὴρ εἶπε τὸ ποιήσωμεν καὶ ὁ υἱὸς ἐδημιούργησε, θεὸς ὢν ἐκ θεοῦ, ὁ αὐτὸς πάλιν βουλῇ πατρικῇ ἀνασῶσαι ἐν ἑαυτῷ ἠβουλήθη τὸν ἄνθρωπον. ἐπερώτησις τοῦ φιλοσόφου περὶ τοῦ αὐτοῦ· καὶ πῶς ἐπὶ τῆς γῆς ὤφθη καὶ συνανεστράφη ὡς ἄνθρωπος τοῖς ἀνθρώποις θεὸς ὢν ἀναλλοίωτος; ἀπόκρισις παρὰ τῶν ἁγίων πατέρων διὰ Μακαρίου ἐπισκόπου Ἱεροσολύμων· κατὰ τὴν φωνὴν τοῦ θεσπεσίου Παύλου »μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον, θεὸς ἐφανερώθη ἐν σαρκί‘, τοῦτ’ ἔστιν ὁ τοῦ θεοῦ τότε τότε αὐτὸς ὤφθη καὶ ἀγγέλοις· οὐδὲ γὰρ ἀγγέλοις ἢ ἀρχαγγέλοις ἤ τισι τῶν ἐπουρανίων δυνάμεων θεατὸς ὁ μονογενής, ἐπείπερ θεὸν οὐδεὶς ἑώρακε πώποτε. οὑπερ τὴν ἐξ οὐρανῶν καταφοίτησιν ἀκούων μὴ τοπικὴν μετάστασιν τῆς ἀχωρήτου αὐτοῦ ὑποπτεύσῃς θεότητος, οἰδονομίαν δὲ νόει τὸ ὅλον τοῦτο τὸ μέγα ὡς ἀληθῶς τῆς εὐσεβείας μυστήριον, ἐν ᾧ ἐνεκαινίσθημεν. ἀνακαίνισις γὰρ γέγονε καινότητος ἐπανάληψις· διὰ δὴ τοῦτο ἀποδιδοὺς ἡμῖν τὴν πρὸς ἑαυτὸν ὁμοίωσιν ὁ αὐτὸς τοῦ θεοῦ λόγος εἰς ὁμοίωσιν ἡμῶν κατῆθεν.

---

Gelasius, Historia Ecclesiastica, ed. Gerhard Loeschke, Margret Heinemann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2768.tlg001.local001/.
