Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 3
Gelasius, Historia Ecclesiastica 3.12
Not analysed yet
>ἢ τίς νῦν ἀκούων οὐ ξενίζεται καὶ τὰς ἀκοὰς βύει ὑπὲρ τοῦ μὴ >ῥύπον τούτων τῶν ῥημάτων ψαῦσαι τῆς ἀκοῆς; τίς γὰρ >Ἰωάννου λέγοντος »ἐν ἀρχῇ ἠν ὁ λόγος« οὐ καταγινώσκει τούτων >λεγόντων »ἦν ποτὲ ὅτε οὐκ ἦν«, ἢ τίς ἀκούων ἐν τῷ >»μονογενὴς υἱός, καὶ δι᾿ αὐτοῦ ἐγένετο πάντα« οὐ >τούτους φθεγγομένους ὅτι »εἷς ἐστι τῶν ποιημάτων«; πῶς >δύναται εἷς εἶναι τῶν δι᾿ αὐτοῦ γενομένων, ἢ πῶς μονογενὴς ὁ >πᾶσι κατ᾿ ἐκείνους συναριθμούμενος; πῶς δὲ ἐξ οὐκ ὄντων ἄν >τοῦ πατρὸς λέγοντος »ἐξηρεύξατο ἡ καρδία μου ἀγαθόν« >καὶ »ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε«;