Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 3
Gelasius, Historia Ecclesiastica 3.15
Not analysed yet
περὶ γὰρ τοῦ βλασφημεῖν αὐτοὺς ὅτι οὐκ οἶδε τελείως >ὁ υἱὸς τὸν πατέρα, οὐ δεῖ θαυμάζειν. ἅπαξ γὰρ προθέμενοι >μαχεῖν, παρακρούονται καὶ τὰς φωνὰς αὐτοῦ λέγοντος >γινώσκει με ὁ πατήρ, κἀγὼ γινώσκω τὸν πάτέρα«. εἰ >οὖν ἐκ μέρους ὁ πατὴρ γινώσκει τὸν υἱόν, δῆλον ὅτι καὶ ὁ υἱὸς >τελείως γινώσκει τὸν πατέρα· εἰ δὲ τοῦτο λέγειν οὐ θέμις, οἶδε >τελείως ὁ πατὴρ τὸν υἱόν, δῆλον ὅτι καθὼς γινώσκει ὁ πατὴρ >ἑαυτοῦ λόγον, οὕτως καὶ ὁ λόγος γινώσκει τὸν ἑαυτοῦ πατέρα, >καὶ ἔστι λόγος.