Ancient Greek
ΛΟΓΟΣ Aݲ, Chapter 3
Gelasius, Historia Ecclesiastica 3.2
Not analysed yet
ἤκουε γὰρ τὴν ῾Ρωμαίῳν πόλιν κάμνουσαν τοῖς Μαξεντίου κακοῖς· εἰς γὰρ ὠμότητα τυραννίδος ὁ τῆς βασιλείας αὐτῷ μετεβάλλετο τρόπος. πολλούς τε γὰρ ἀκρίτως τῶν ἐν τέλει θανάτῳ παραδιδούς, ζημίας τε καὶ φυγὰς καὶ τῆς γῆς ἀναδασμὸν καὶ προτιμήσεις ἀνεξετάστως ἐπέβαλλεν, ἤδη δὲ καὶ γυναικῶν ἀλλοτρίων ἐρῶν ἢ κακίᾳ διεφθειρεν ἢ τοῖς ἐπιτάγμασιν ἐβιάζετο· καὶ λοιπὸν ἀνασφαλὲς ἦν γυναῖκα ἔχειν εὐπρεπῆ καὶ διὰ σωφροσύνης φυλακὴν πολλή τις ἦν κατὰ τὴν πόλιν μιαιφονία.