# Historia Ecclesiastica 3.22

Gelasius, Historia Ecclesiastica, ΛΟΓΟΣ Bݲ, Chapter 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gelasius/historia-ecclesiastica/3.22

Τοιαῦτα τοῖς ἁπανταχοῦ κατὰ πόλιν Ἀλεξάνδρου γράφοντος χεῖρον ἐγίνετο τὸ κακόν. ταῦτα γνοὺς ὁ βασιλεὺς Κωνσταντῖνος, καὶ τὴν ψυχὴν ὑπεραλγήσας συμφοράν τε οἰκείαν τὸ πρᾶγμα ἡγούμενος, παραχρῆμα τὸ ἀναφθὲν κακὸν κατασβέσαι σπουδάζων, γράμματα πρὸς Ἀλέξανδρον καὶ Ἄρειον διαπέμπεται δι᾿ ἀνδρὸς ἀξιοπίστου, ἐπισκόπου πόλεως μιᾶς τῶν Σπανίων Κουρδούβης, ἐπεὶ αὐτὸν ἠγάπα καὶ διὰ τιμῆς ἦγεν ὁ βασιλεύς. Ἐπιστολὴ Κωνσταντίνου βασιλέως πρὸς Ἀλέξανδρον καὶ Ἄρειον διαπεμφθεῖσα διὰ Ὁσίου ἐπισκόπου Κουρδούβης.

---

Gelasius, Historia Ecclesiastica, ed. Gerhard Loeschke, Margret Heinemann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2768.tlg001.local001/.
