Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 3
Gelasius, Historia Ecclesiastica 3.7
Not analysed yet
ποῖα >δὲ παρὰ τὰς γραφὰς ἐφευρόντες λαλοῦσιν ἔστι ταῦτα· »οὐκ ἀεὶ θεὸς πατὴρ ἦν, ἀλλ᾿ ἦν ὅτε ὁ θεὸς πατὴρ οὐκ ἠν. οὐκ ἀεὶ ἠν ὁ >τοῦ θεοῦ λόγος, ἀλλ’ ἐξ οὐκ ὄντων γέγονεν. ὁ γὰρ ὢν θεὸς τὸν >μὴ ὄντα ἐκ τοῦ μὴ ὄντος πεποίηκεν. διὸ καὶ ἠν ποτε, ὅτε οὐκ ἠν. >κτίσμα γάρ ἐστι καὶ ποίημα ὁ υἱός· οὔτε δὲ ὅμοιος κατ᾿ οὐσίαν τῷ >πατρί ἐστιν οὔτε ἀληθινὸς καὶ φύσει τοῦ πατρὸς λόγος ἐστὶν >ἀληθινὴ σοφία αὐτοῦ ἐστιν, ἀλλὰ εἱς μὲν τῶν ποιημάτων καὶ >τῶν ἐστι, καταχρηστικῶς δὲ λέγεται λόγος καὶ σοφία,