# Historia Ecclesiastica 3-5

Gelasius, Historia Ecclesiastica, 3 to 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gelasius/historia-ecclesiastica/3

ᾔτινι ἱερᾷ βίβλῳ ἐντυχὼν καὶ σχολὴν πολλὴν ἐν αὐτῇ ποιησάμενος ἐπὶ μνήμης μὲν φέρειν πάντα οὐχ ἶός τε ἤμην (οὐδὲ γὰρ ἄν τις ἄφατον ἐκεῖνο πέλαγος τῶν ἐν αὐτῇ ἐγκειμένων ἐπὶ μνἠμης <ἥ> στόματος φέρειν δυνηθείν) πλεῖστα δὲ ὅσα ἐπεσημηνάμην , τά τε τῶν ἡμετέρων ἁγίων πατέρων καὶ ἐπισκόπων τῆς τοῦ ὑγιαίνοντος λόγου διδασκαλίας αὐτῶν δόγματα τάς τε πρὸς τοὺς Ἀρειομανίτας αὐτῶν ἀντιθέσεις καὶ τοὺς κατὰ τῆς ἐκείνων βλασφημίας ἐγγράφους ἐλέγχους, ἡς ἐβλασφήμησαν οἱ μιαροὶ Ἀρειομανῖται κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ, οὐ μὴν δὲ ἀλλὰ γὰρ καὶ κατὰ τοῦ ἁγίου πνεύματος· τάς τε τῶν Ἀρείου Ἀρείου τῶν φιλοσόφων πρὸς τοὺς ἐπισκόπους ἀντιρρήσεις, τάς τε τῶν ἡμετέρων πρὸς ἐκείνους διὰ γραφικῶν διδαγμάτων κατὰ τῶν αὐτῶν σοφισμάτων ἐναργεῖς ἐπιλύσεις,

---

Gelasius, Historia Ecclesiastica, ed. Gerhard Loeschke, Margret Heinemann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2768.tlg001.local001/.
