# Historia Ecclesiastica 32.12

Gelasius, Historia Ecclesiastica, ΛΟΓΟΣ Bݲ, Chapter 32. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gelasius/historia-ecclesiastica/32.12

Περὶ τῶν ἀποταξαμένων καὶ πάλιν εἰς κόσμον ἀναδραμόντων. οἱ προσκληθέντες ὑπὸ τῆς χάριτος καὶ τὴν πρώτην ὁρμὴν ἐνδειξάμενοι καὶ ἀποθέμενοι τὰς ζώνας, μετὰ δὲ ταῦτα ἐπὶ τὸν οἰκεῖον ἔμετον ἀναδραμόντες, ὥς τινας καὶ ἀργύρια προίεσθαι καὶ βενεφικίοις κατορθῶσαι τὸ στρατεύεσθαι, οὑτοι δέκα ἔτη ὑποπιπτέτωσαν μετὰ τὸν τῆς τριετοῦς ἀκροάσεως χρόνον. ἐφ᾿ ἅπασι δὲ τούτοις προσήκει ἐξετάζειν τὴν προαίρεσιν καὶ τὸ εἶδος τῆς μετανοίας. ὅσοι μὲν γὰρ καὶ φόβῳ καὶ δάκρυσι καὶ ὑπομονῇ καὶ ἀγαθοεργίαις τὴν ἐπιστροφὴν ἔργῳ, οὐ σχήματι ἐπιδείκνυνται, οὑτοι πληρώσαντες τὸν χρόνον τὸν ὡρισμένον τῆς ἀκροάσεως, τῶν εὐχῶν κοινωνήσουσι μετὰ τοῦ ἐξεῖναι τῷ ἐπισκόπω φιλανθρωπότερόν τι περὶ αὐτῶν βουλεύσασθαι. ὅσοι δὲ ἀδιαφόρως ἤνεγκαν καὶ τὸ σχῆμα τοῦ εἰσιέναι εἰς τὴν ἐκκλησίαν ἀρκεῖν ἑαυτοῖς ἡγήσαντο πρὸς τὴν ἐπιστροφήν, ἐξάπαντος πληρούτωσαν τὸν χρόνον.

---

Gelasius, Historia Ecclesiastica, ed. Gerhard Loeschke, Margret Heinemann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2768.tlg001.local001/.
