Ancient Greek · ~3 min
ΛΟΓΟΣ Bݲ, Chapter 32
Gelasius, Historia Ecclesiastica 32.18
Not analysed yet
Περὶ πρεσβυτέρων λαμβανόντων παρὰ διακόνων τὴν εὐχαριστίαν. ἦλθεν εἰς τὴν ἁγίαν καὶ μεγάλην σύνοδον, ὅτι ἔν τισι ἢ πόλεσι πρεσβυτέροις τὴν εὐχαριστίαν οἱ διάκονοι διδόασιν· ὅπερ οὔτε ὁ κανὼν οὔτε ἡ συνήθεια παρέδωκε, τοὺς ἐξουσίαν μὴ ἔχοντας προσφέρειν τούτους τοῖς προσφέρουσι διδόναι τὸ σῶμα τοῦ Χριστοῦ. κἀκεῖνο δὲ ἐγνωρίσθη, ὅτι ἤδη τινὲς τῶν διακόνων καὶ πρὸ ἐπισκόπων τῆς εὐχαριστίας ἅπτονται. ταῦτα οὐν πάντα περιῃρήσθω, καὶ ἐμμενέτωσαν οἱ διάκονοι τοῖς ἰδίοις μέτροις, εἰδότες ὅτι τοῦ μὲν ἐπισκόπου ὑπηρέται εἰσί, τῶν δὲ πρεσβυτέρων ἐλάττους τυγχάνουσι. λαμβανέτωσαν δὲ κατὰ τάξιν τὴν εὐχαριστίαν μετὰ τοὺς πρεσβυτέρους ἢ τοῦ ἐπισκόπου αὐτοῖς διδόντος ἢ τοῦ πρεσβυτέρου. ἀλλὰ μήτε καθῆσθαι ἐν μέσῳ τῶν πρεσβυτέρων ἐξέστω τοῖς διακόνοις· παρὰ κανόνα γὰρ καὶ παρὰ τάξιν ἐστὶ τὸ γινόμενον. εἰ δὲ τις μὴ θέλοι πειθαρχεῖν, καὶ μετὰ τοὺς ὅρους πεπαύσθω τῆς διακονίας.