Ancient Greek · ~4 min
ΛΟΓΟΣ Bݲ, Chapter 32
Gelasius, Historia Ecclesiastica 32.5
Not analysed yet
Περὶ τῶν ἀκοινωνήτων γινομένων. περὶ τῶν ἀκοινωνήτων γινομένων, εἴτε τῶν ἐν τῷ κλήρῳ εἴτε τῶν ἐν τῷ λαϊκῷ τάγματι, ὑπὸ τῶν καθ’ ἑκάστης ἐπαρχίαν ἐπισκόπων, κρατείτω ἡ γνώμη κατὰ τὸν κανόνα, τοὺς ὑφ᾿ ἑτέρων ἀποβληθέντας ὑφ᾿ ἑτέρων μὴ προσίεσθαι. ἐξεταζέσθω δέ, μὴ μικροψυχίᾳ ἢ φιλονεικίᾳ ἤ τινι τοιαύτῃ ἀηδίᾳ τοῦ ἐπισκόπου ἀποσυνάγωγοι γεγένηνται. ἴνα οὐν τοῦτο τὴν πρέπουσαν ἐξέτασιν λαμβάνῃ, καλῶς ἔχειν ἔδοξεν ἑκάστου ἐνιαυτοῦ καθ’ ἑκάστην ἐπαρχίαν δὶς τοῦ ἔτους συνόδους γίνεσθαι, ἵνα κοινῇ πάντων τῶν ἐπισκόπων τῆς ἐπαρχίας ἐπὶ τὸ αὐτὸ συναγομένων τὰ τοιαῦτα ζητήματα ἐξετάζοιτο· καὶ οὕτως οἱ ὁμολογουμένως προσκεκρουκότες τῷ ἐπισκόπῳ κατὰ λόγον ἀκοινώνητοι παρὰ πάντων εἶναι δοκῶσι, μέχρις ἂν τῷ κοινῷ ἢ τῷ ἐπισκόπῳ δόξῃ τὴν φιλανθρωποτέραν περὶ αὐτῶν ἐκθέσθαι ψῆφον. αἱ δὲ σύνοδοι γινέσθωσαν μία μὲν πρὸ τῆς τεσσαρακοστῆς, ἵνα πάσης μικροψυχίας ἀναιρουμένης τὸ δῶρον καθαρὸν προσφέρηται τῷ θεῷ, δευτέρα δὲ περὶ τὸν τοῦ μετοπωρου καιρον.