Ancient Greek · ~3 min
32.9 to 32.11
Gelasius, Historia Ecclesiastica 32.9-11
Not analysed yet
Περὶ χειροτονίας πρεσβυτέρων. εἴ τινες ἀνεξετάστως προήχθησαν πρεσβύτεροι, ἢ ἀνακρινόμενοι ὡμολόγησαν τὰ ἡμαρτημένα αὐτοῖς, καὶ ὁμολογησάντων παρὰ κανόνα κινούμενοι ἄνθρωποι χεῖρας ἐπιτεθείκασι, τοὺς τοιούτους ὁ κανὼν οὐ προσίεται. τὸ γὰρ ἀνεπίληπτον ἐκδικήσει ἡ καθολικὴ ἐκκλησία. Περὶ τῶν πταιόντων καὶ προχειρισθέντων κατὰ ἄγνοιαν. ὅσοι προεχειρίσθησαν τῶν παραπεπτωκότων κατὰ ἄγνοιαν ἢ καὶ προειδότων τῶν προχειρισαμένων, τοῦτο οὐ προκρίνει τῷ κανόνι τῷ ἐκκλησιαστικῷ· γνωσθέντες γὰρ καθαιροῦνται. Περὶ παραβάντων χωρὶς ἀνάγκης. περὶ τῶν παραβαινόντων χωρὶς ἀνάγκης ἢ ἀφαιρέσεως ὑπαρχόντων ἢ χωρὶς κινδύνων ἤ τινος τοιούτου, ὃ γέγονεν ἐπὶ τῆς τυραννίδος Λικιννίου, ἔδοξε τῇ εἰ καὶ ἀνάξιοι ἠσαν φιλανθρωπίας, ὅμως χρηστεύσασθαι εἰς αὐτούς. ὅσοι οὐν γνησίως μεταμέλονται, τρία ἔτη ἐν ἀκροωμένοις ποιήσουσι καὶ ἑπτὰ ἔτη ὑποπεσοῦνται, δύο δὲ ἔτη χωρὶς προσφορᾶς κοινωνήσουσι τῷ λαῷ τῶν εὐχῶν.